Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.94.3 | Hdt. 4.95.4 (English) | >>Hdt. 4.97.2 |
4.95.2 ἐνθεῦτεν δὲ αὐτὸν γενόμενον ἐλεύθερον χρήματα κτήσασθαι μεγάλα , κτησάμενον δὲ ἀπελθεῖν ἐς τὴν ἑωυτοῦ . ἅτε δὲ κακοβίων τε ἐόντων τῶν Θρηίκων καὶ ὑπαφρονεστέρων , τὸν Σάλμοξιν τοῦτον ἐπιστάμενον δίαιτάν τε Ἰάδα καὶ ἤθεα βαθύτερα ἢ κατὰ Θρήικας , οἷα Ἕλλησι τε ὁμιλήσαντα καὶ Ἑλλήνων οὐ τῷ ἀσθενεστάτῳ σοφιστῇ Πυθαγόρη ,
4.95.3 κατασκευάσασθαι ἀνδρεῶνα , ἐς τὸν πανδοκεύοντα τῶν ἀστῶν τοὺς πρώτους καὶ εὐωχέοντα ἀναδιδάσκειν ὡς οὔτε αὐτὸς οὔτε οἱ συμπόται αὐτοῦ οὔτε οἱ ἐκ τούτων αἰεὶ γινόμενοι ἀποθανέονται , ἀλλʼ ἥξουσι ἐς χῶρον τοῦτον ἵνα αἰεὶ περιεόντες ἕξουσι τὰ πάντα ἀγαθά .
4.95.4 ἐν ᾧ δὲ ἐποίεε τὰ καταλεχθέντα καὶ ἔλεγε ταῦτα , ἐν τούτῳ κατάγαιον οἴκημα ἐποιέετο . ὡς δέ οἱ παντελέως εἶχε τὸ οἴκημα , ἐκ μὲν τῶν Θρηίκων ἠφανίσθη , καταβὰς δὲ κάτω ἐς τὸ κατάγαιον οἴκημα διαιτᾶτο ἐπʼ ἔτεα τρία ·
4.95.5 οἱ δέ μιν ἐπόθεόν τε καὶ ἐπένθεον ὡς τεθνεῶτα . τετάρτω δὲ ἔτεϊ ἐφάνη τοῖσι Θρήιξι , καὶ οὕτω πιθανά σφι ἐγένετο τὰ ἔλεγε ὁ Σάλμοξις . ταῦτα φασί μιν ποιῆσαι .
ch. 96
4.96.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.94.3 | Hdt. 4.95.4 (English) | >>Hdt. 4.97.2 |